Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.311 Joseph. AJ 3.317 (English) >>Joseph. AJ 3.321

3.315

Ταῦτα δὲ Μωυσέος κατὰ τὴν τοῦ θεοῦ γνώμην διαλεχθέντος ἐν λύπῃ καὶ συμφορᾷ τὸ πλῆθος ἐγένετο, καὶ τὸν Μωυσῆν παρεκάλει καταλλάκτην αὐτῶν γενέσθαι πρὸς τὸν θεὸν καὶ τῆς ἄλης τῆς κατὰ τὴν ἐρημίαν ἀπαλλάξαντα πόλεις αὐτοῖς παρασχεῖν. δʼ οὐκ ἔφασκε τὸν θεὸν τοιαύτην πεῖραν προσήσεσθαι, μὴ γὰρ κατὰ κουφότητα προαχθῆναι τὸν θεὸν ἀνθρωπίνην εἰς τὴν ὀργὴν τὴν πρὸς αὐτοὺς ἀλλὰ γνώμῃ καταψηφισάμενον αὐτῶν. 3.316οὐ δεῖ δὲ ἀπιστεῖν, εἰ Μωυσῆς εἷς ἀνὴρ ὢν τοσαύτας μυριάδας ὀργιζομένας ἐπράυνε καὶ μετήγαγε πρὸς τὸ ἥμερον· γὰρ θεὸς αὐτῷ συμπαρὼν ἡττᾶσθαι τοῖς λόγοις αὐτοῦ τὸ πλῆθος παρεσκεύαζε, καὶ πολλάκις παρακούσαντες ἀσύμφορον ἑαυτοῖς τὴν ἀπείθειαν ἐπέγνωσαν ἐκ τοῦ συμφορᾷ περιπεσεῖν. 3.317

Θαυμαστὸς δὲ τῆς ἀρετῆς ἀνὴρ καὶ τῆς ἰσχύος τῆς τοῦ πιστεύεσθαι περὶ ὧν ἂν εἴπῃ οὐ παρʼ ὃν ἔζη χρόνον ὑπῆρξε μόνον, ἀλλὰ καὶ νῦν· ἔστι γοῦν οὐδεὶς Ἑβραίων, ὃς οὐχὶ καθάπερ παρόντος αὐτοῦ καὶ κολάσοντος ἂν ἀκοσμῇ πειθαρχεῖ τοῖς ὑπʼ αὐτοῦ νομοθετηθεῖσι, κἂν λαθεῖν δύνηται. 3.318καὶ πολλὰ μὲν καὶ ἄλλα τεκμήρια τῆς ὑπὲρ ἄνθρωπόν ἐστι δυνάμεως αὐτοῦ, ἤδη δέ τινες καὶ τῶν ὑπὲρ Εὐφράτην μηνῶν ὁδὸν τεσσάρων ἐλθόντες κατὰ τιμὴν τοῦ παρʼ ἡμῖν ἱεροῦ μετὰ πολλῶν κινδύνων καὶ ἀναλωμάτων καὶ θύσαντες οὐκ ἴσχυσαν τῶν ἱερῶν μεταλαβεῖν Μωυσέος ἀπηγορευκότος ἐπί τινι τῶν οὐ νομιζομένων οὐδʼ ἐκ τῶν πατρίων ἡμῖν αὐτοῖς συντυχόντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.311 Joseph. AJ 3.317 (English) >>Joseph. AJ 3.321

Powered by PhiloLogic